Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.230 Joseph. AJ 11.234 (English) >>Joseph. AJ 11.239

11.232καὶ τροφῇ καὶ ποτῷ καὶ τοῖς ἡδέσιν ἀποταξαμένη τρισὶν ἡμέραις ᾔτει τὸν θεὸν ἐλεηθῆναι μὲν αὐτήν, δόξαι δʼ ὀφθεῖσαν τῷ βασιλεῖ πιθανὴν μὲν τοὺς λόγους παρακαλοῦσαν τὸ δὲ εἶδος εὐπρεπεστέραν τῆς τάχιον οὖσαν, 11.233ἵνʼ ἀμφοτέροις καὶ πρὸς τὴν παραίτησιν ὀργῆς, εἴ τι παροξυνθείη πρὸς αὐτὴν βασιλεύς, χρήσαιτο καὶ πρὸς τὴν συνηγορίαν τῶν ὁμοεθνῶν ἐν τοῖς ἐσχάτοις σαλευόντων, μῖσός τε γενέσθαι τῷ βασιλεῖ πρὸς τοὺς ἐχθροὺς τῶν Ἰουδαίων καὶ τὴν ἀπώλειαν αὐτοῖς τὴν μέλλουσαν, ἐὰν ὀλιγωρηθῶσιν ὑπʼ αὐτοῦ, κατασκευάσοντας. 11.234

Ταῦθʼ ἱκετεύουσα τὸν θεὸν ἐπὶ τρεῖς ἡμέρας ἀποδύεται μὲν τὴν ἐσθῆτα ἐκείνην καὶ τὸ σχῆμα μεταβάλλει, κοσμησαμένη δʼ ὡς ἐχρῆν τὴν βασίλισσαν σὺν δυσὶν θεραπαίναις, ὧν μὲν ἐπερειδομένην αὐτὴν κούφως ἔφερεν, δὲ ἑπομένη τὸ βαθὺ τοῦ ἐνδύματος καὶ μέχρι τῆς γῆς κεχυμένον ἄκροις ἀπῃώρει τοῖς δακτύλοις, ἥκει πρὸς τὸν βασιλέα, μεστὴ μὲν τὸ πρόσωπον ἐρυθήματος, προσηνὲς δὲ καὶ σεμνὸν ἐπικειμένη τὸ κάλλος. 11.235εἰσῄει δὲ πρὸς αὐτὸν μετὰ δέους. ὡς δὲ κατὰ πρόσωπον αὐτοῦ καθεζομένου ἐπὶ τοῦ θρόνου γίνεται τὸν βασιλικὸν περικειμένου κόσμον, οὗτος δʼ ἦν ἐκ ποικίλης μὲν ἐσθῆτος, 11.236χρυσοῦ δὲ καὶ λίθου πολυτελοῦς, φοβερώτερον καὶ διʼ αὐτὰ μᾶλλον θεασαμένη καί τι κἀκείνου προσιδόντος αὐτὴν ἀπηνέστερον καὶ διακεκαυμένῳ ὑπὸ τῆς ὀργῆς τῷ προσώπῳ, πάρεσις αὐτὴν εὐθὺς λαμβάνει καὶ τοῖς παρὰ πλευρὸν οὖσιν ἀχανὴς ἐπέπεσεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.230 Joseph. AJ 11.234 (English) >>Joseph. AJ 11.239

Powered by PhiloLogic